Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.313 Joseph. AJ 7.316 (English) >>Joseph. AJ 7.320

7.315καὶ γὰρ οὗτος μιᾷ ἡμέρᾳ τῶν πολεμίων ἑξακοσίους ἀπέκτεινε. πέμπτος Ναβαῖος ἱερεὺς τῷ γένει· προκληθεὶς γὰρ ὑπʼ ἀδελφῶν διασήμων ἐν τῇ Μωαβίτιδι χώρᾳ κατʼ ἀρετὴν ἐκράτησεν αὐτῶν. καὶ πάλιν αὐτὸν ἀνδρὸς Αἰγυπτίου τὸ γένος θαυμαστοῦ τὸ μέγεθος προκαλεσαμένου, γυμνὸς ὡπλισμένον τῷ δόρατι τῷ ἐκείνου βαλὼν ἀπέκτεινε· περιελόμενος γὰρ αὐτοῦ τὸν ἄκοντα καὶ ζῶντα ἔτι καὶ μαχόμενον σκυλεύσας τοῖς ἰδίοις αὐτὸν ὅπλοις διεχρήσατο. 7.316προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ τοῦτο ταῖς προειρημέναις πράξεσιν ὡς πρῶτον αὐτῶν κατʼ εὐψυχίαν ὡς ὅμοιον· νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε· στενοῦ δʼ ὄντος τοῦ στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι· πόρον οὖν οὐδένα βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο. 7.317τοῦ δὲ θηρὸς ἀκούσας Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον. 7.318

δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.313 Joseph. AJ 7.316 (English) >>Joseph. AJ 7.320

Powered by PhiloLogic